Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.140.3 | Hdt. 7.141.4 (English) | >>Hdt. 7.142.3 |
7.141.2 πειθομένοισι δὲ ταῦτα τοῖσι Ἀθηναίοισι καὶ λέγουσι · “ὦναξ , χρῆσον ἡμῖν ἄμεινόν τι περὶ τῆς πατρίδος , αἰδεσθεὶς τὰς ἱκετηρίας τάσδε τάς τοι ἥκομεν φέροντες , ἢ οὔ τοι ἄπιμεν ἐκ τοῦ ἀδύτου , ἀλλʼ αὐτοῦ τῇδε μενέομεν ἔστʼ ἂν καὶ τελευτήσωμεν ,” ταῦτα δὲ λέγουσι ἡ πρόμαντις χρᾷ δεύτερα τάδε .
7.141.3
7.141.4οὐ δύναται Παλλὰς Δίʼ Ὀλύμπιον ἐξιλάσασθαι
λισσομένη πολλοῖσι λόγοις καὶ μήτιδι πυκνῇ .
σοὶ δὲ τόδʼ αὖτις ἔπος ἐρέω ἀδάμαντι πελάσσας .
τῶν ἄλλων γὰρ ἁλισκομένων ὅσα Κέκροπος οὖρος
ἐντὸς ἔχει κευθμών τε Κιθαιρῶνος ζαθέοιο ,
τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεύς
μοῦνον ἀπόρθητον τελέθειν ,τὸ σὲ τέκνα τʼ ὀνήσει .
μηδὲ σύ γʼ ἱπποσύνην τε μένειν καὶ πεζὸν ἰόντα
πολλὸν ἀπʼ ἠπείρου στρατὸν ἥσυχος ,ἀλλʼ ὑποχωρεῖν
νῶτον ἐπιστρέψας ·ἔτι τοι ποτε κἀντίος ἔσσῃ .
ὦ θείη Σαλαμίς ,ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν
ἤ που σκιδναμένης Δημήτερος ἢ συνιούσης .
ch. 142
7.142.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 7.140.3 | Hdt. 7.141.4 (English) | >>Hdt. 7.142.3 |